Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.293 Joseph. AJ 16.298 (English) >>Joseph. AJ 16.303

16.296πέμπει δὲ κἀκεῖνος ἐπιστολὴν καὶ δῶρα τῷ Καίσαρι στέφανόν τε χρυσοῦν ἀπὸ πολλῶν ταλάντων· δὲ ἐπιστολὴ κατηγόρει Σύλλαιον ὄντα πονηρὸν δοῦλον Ὀβόδαν τε φαρμάκοις διαφθεῖραι καὶ ζῶντος ἔτι κρατεῖν αὐτὸν τάς τε τῶν Ἀράβων μοιχεύοντα καὶ χρήματα δανειζόμενον, ὥστʼ ἐξιδιώσασθαι τὴν ἀρχήν. 16.297προσέσχεν δὲ οὐδὲ τούτοις Καῖσαρ, ἀλλʼ ἀποπέμπει μηδὲν τῶν δώρων λαβών. τὰ δὲ περὶ τὴν Ἰουδαίαν καὶ Ἀραβίαν ἀεὶ καὶ μᾶλλον ἐπεδίδου τὰ μὲν εἰς ἀταξίαν τὰ δʼ ὡς καταφθειρομένων μηδένα προεστάναι· 16.298τῶν γὰρ βασιλέων μὲν οὐδέπω τὴν ἀρχὴν βεβαίαν ἔχων οὐχ ἱκανὸς ἦν κωλύειν τοὺς ἀδικοῦντας, Ἡρώδης δὲ ἐφʼ οἷς ἠμύνατο τάχιον ὀργισθέντος αὐτῷ Καίσαρος ἁπάσας τὰς εἰς αὐτὸν παρανομίας φέρειν ἠναγκάζετο. 16.299πέρας δʼ οὐδὲν ὁρῶν τῶν περιεστώτων κακῶν ἔγνω πάλιν εἰς Ῥώμην ἀποστέλλειν, εἴ τι δύναιτο μετριώτερον εὑρεῖν διά τε τῶν φίλων καὶ πρὸς αὐτὸν Καίσαρα τὴν ἐντυχίαν ποιησάμενος. κἀκεῖ μὲν Δαμασκηνὸς ἀπῄει Νικόλαος. 16.300

Ἐξετετάρακτο δὲ τὰ περὶ τὴν οἰκίαν καὶ τοὺς παῖδας αὐτῷ πολὺ χεῖρον ἐσχηκότα περὶ τὸν καιρὸν ἐκεῖνον. ὅλως μὲν γὰρ οὐδὲ τὸν ἔμπροσθε χρόνον ἀσύνοπτον ἦν, ὡς τὸ μέγιστον καὶ δυσχερέστατον τῶν ἀνθρωπίνων παθῶν ἀπειλεῖται τῇ βασιλείᾳ διὰ τῆς τύχης, ἐπέβαινεν δὲ καὶ μᾶλλον ηὐξήθη τότε παρὰ τοιαύτην αἰτίαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.293 Joseph. AJ 16.298 (English) >>Joseph. AJ 16.303

Powered by PhiloLogic